Κυριακή, Μαρτίου 16, 2014

χαιρετισμοί









Α´
Τῌ ΠΑΡΑΣΚΕΥῌ
ΤΗΣ Α´ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ


ΣΤΑΣΙΣ ΠΡΩΤΗ


Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς·

Χαῖρε, ἀστήρ ἐμφαίνων τὸν Ἥλιον·

Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι᾿ ἧς κατέβη Θεός·

Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα·

Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον·

Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις·
(Χαῖρε γιατὶ κάνεις νὰ ἀνθίσει λιβάδι πνευματικῆς ἀπόλαυσης·)




Β´
Τῌ ΠΑΡΑΣΚΕΥῌ
ΤΗΣ Β´ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ


Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον·

Xαῖρε, τῶν Ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.

Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ· χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.

Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν·




Γ´
Τῌ ΠΑΡΑΣΚΕΥῌ
ΤΗΣ Γ´ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

ΣΤΑΣΙΣ ΤΡΙΤΗ



Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας· χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας.

Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί· χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ᾿ οὗ σκέπονται πολλοί.

Χαῖρε, στολὴ τῶν γυμνῶν παῤῥησίας· χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.
(Χαῖρε, ἐσὺ ποὺ γίνεσαι στολὴ γιὰ τοὺς γυμνοὺς ἀπὸ πνευματικὴ παρρησία · χαῖρε στοργὴ ποὺ νικᾶς κάθε πόθο.)

Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα· χαῖρε, σεπτοῦ μυστηρίου θύρα.

Χαῖρε, τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα·
(Χαῖρε, ἐσὺ ποὺ ἕνωσες μεταξύ τους τὰ ἀντίθετα·)

Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα· χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.

Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί· χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.

Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα· χαῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα.
(Χαῖρε, ἐσὺ ποὺ διαλύεις τοὺς περίπλοκους συλλογισμοὺς καὶ σοφίες τῶν Ἀθηναίων· χαῖρε, ἐσὺ ποὺ γεμίζεις τὰ δίχτυα τῶν πνευματικῶν ψαράδων.)

Χαῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι· χαῖρε, λιμὴν τῶν τοῦ βίου πλωτήρων.
(Χαῖρε, πλοῖο αὐτῶν ποὺ θέλουν νὰ σωθοῦνε, χαῖρε, λιμάνι αὐτῶν ποὺ ταξιδεύουν στὸ πέλαγος τῆς ζωῆς.)




Δ´
Τῌ ΠΑΡΑΣΚΕΥῌ
ΤΗΣ Δ´ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

ΣΤΑΣΙΣ ΤΕΤΑΡΤΗ


Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως·

Χαῖρε, ἀκτὶς νοητοῦ Ἡλίου· χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.

Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν· χαῖρε, ὅτι τὸν πολύῤῥητον ἀναβλύζεις ποταμόν.

Χαῖρε, λουτὴρ ἐκπλύνων συνείδησιν· χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.
(Χαῖρε λουτήρα ποὺ ξεπλένεις τὴ συνείδηση· χαῖρε, κανάτι ποὺ κερνᾶς ἀγαλλίαση.)

Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία·
(Χαῖρε, τοῦ σώματός μου ἡ θεραπεία·)














Δεν υπάρχουν σχόλια: